Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.45 Joseph. AJ 19.49 (English) >>Joseph. AJ 19.54

19.47χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπʼ αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος. 19.48

Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου. 19.49τρέπονταί τε ὡς Μινουκιανόν, αὐτοῖς μὲν ἐπιτηδεύσει ἀρετῆς καὶ τῷ ὁμοζήλῳ τοῦ μεγαλόφρονος συγγενῆ, Γαΐῳ δʼ ὕποπτον τῆς Λεπίδου τελευτῆς, πάνυ γὰρ δὴ φίλοι ἐγένοντο Μινουκιανός τε καὶ Λέπιδος, καὶ δείματι κινδύνων τῶν καθʼ αὑτόν. 19.50πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπʼ αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος, 19.51φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ διʼ αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.45 Joseph. AJ 19.49 (English) >>Joseph. AJ 19.54

Powered by PhiloLogic